John 9

1Καὶ παράγων εἶδεν ἄνθρωπον τυφλὸν ἐκ γενετῆς. 2καὶ ἠρώτησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες· Ῥαββί, τίς ἥμαρτεν, οὗτος οἱ γονεῖς αὐτοῦ, ἵνα τυφλὸς γεννηθῇ; 3ἀπεκρίθη Ἰησοῦς· Οὔτε οὗτος ἥμαρτεν οὔτε οἱ γονεῖς αὐτοῦ, ἀλλ᾽ ἵνα φανερωθῇ τὰ ἔργα τοῦ θεοῦ ἐν αὐτῷ. 4
 ἡμᾶς = WH Treg NA/NIV: || Ἐμὲ = RP
ἡμᾶς δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντός με ἕως ἡμέρα ἐστίν· ἔρχεται νὺξ ὅτε οὐδεὶς δύναται ἐργάζεσθαι.
5ὅταν ἐν τῷ κόσμῳ ὦ, φῶς εἰμι τοῦ κόσμου. 6ταῦτα εἰπὼν ἔπτυσεν χαμαὶ καὶ ἐποίησεν πηλὸν ἐκ τοῦ πτύσματος, καὶ
 ἐπέχρισεν = Treg NA/NIV RP: || ἐπέθηκεν = WH
ἐπέχρισεν
 αὐτοῦ = WH Treg NA/NIV: || [omit] = RP
αὐτοῦ τὸν πηλὸν ἐπὶ τοὺς
 ὀφθαλμούς = WH Treg NA/NIV: || ὀφθαλμούς τοῦ τυφλοῦ = RP
ὀφθαλμούς,
7καὶ εἶπεν αὐτῷ· Ὕπαγε νίψαι εἰς τὴν κολυμβήθραν τοῦ Σιλωάμ (ὃ ἑρμηνεύεται Ἀπεσταλμένος). ἀπῆλθεν οὖν καὶ ἐνίψατο, καὶ ἦλθεν βλέπων. 8οἱ οὖν γείτονες καὶ οἱ θεωροῦντες αὐτὸν τὸ πρότερον ὅτι
 προσαίτης = WH Treg NA/NIV: || τυφλὸς = RP
προσαίτης ἦν ἔλεγον· Οὐχ οὗτός ἐστιν καθήμενος καὶ προσαιτῶν;
9ἄλλοι ἔλεγον ὅτι Οὗτός ἐστιν· ἄλλοι
 ἔλεγον Οὐχί ἀλλὰ = WH Treg NA/NIV: || δὲ ὅτι = RP
ἔλεγον· Οὐχί, ἀλλὰ ⸃ ὅμοιος αὐτῷ ἐστιν. ἐκεῖνος ἔλεγεν ὅτι Ἐγώ εἰμι.
10ἔλεγον οὖν αὐτῷ·
 Πῶς = Treg RP: || Πῶς οὖν = WH NA/NIV
Πῶς ἠνεῴχθησάν σου οἱ ὀφθαλμοί;
11ἀπεκρίθη
 ἐκεῖνος = WH Treg NA/NIV: || ἐκεῖνος καὶ εἶπεν = RP
ἐκεῖνος·
 Ὁ ἄνθρωπος ὁ = WH Treg NA/NIV: || Ἄνθρωπος = RP
ἄνθρωπος ὁ ⸃ λεγόμενος Ἰησοῦς πηλὸν ἐποίησεν καὶ ἐπέχρισέν μου τοὺς ὀφθαλμοὺς καὶ εἶπέν μοι
 ὅτι = WH Treg NA/NIV: || [omit] = RP
ὅτι Ὕπαγε εἰς
 τὸν = WH Treg NA/NIV: || τὴν κολυμβήθραν τοῦ = RP
τὸν Σιλωὰμ καὶ νίψαι· ἀπελθὼν
 οὖν = WH Treg NA/NIV: || δὲ = RP
οὖν καὶ νιψάμενος ἀνέβλεψα.
12
 καὶ εἶπαν = WH Treg NA/NIV: || Εἶπον οὖν = RP
καὶ εἶπαν ⸃ αὐτῷ· Ποῦ ἐστιν ἐκεῖνος; λέγει· Οὐκ οἶδα.

13Ἄγουσιν αὐτὸν πρὸς τοὺς Φαρισαίους τόν ποτε τυφλόν. 14ἦν δὲ σάββατον
 ἐν ᾗ ἡμέρᾳ = WH Treg NA/NIV: || ὅτε = RP
ἐν ἡμέρᾳ ⸃ τὸν πηλὸν ἐποίησεν Ἰησοῦς καὶ ἀνέῳξεν αὐτοῦ τοὺς ὀφθαλμούς.
15πάλιν οὖν ἠρώτων αὐτὸν καὶ οἱ Φαρισαῖοι πῶς ἀνέβλεψεν. δὲ εἶπεν αὐτοῖς· Πηλὸν ἐπέθηκέν μου ἐπὶ τοὺς ὀφθαλμούς, καὶ ἐνιψάμην, καὶ βλέπω. 16ἔλεγον οὖν ἐκ τῶν Φαρισαίων τινές·
 Οὐκ ἔστιν οὗτος παρὰ θεοῦ ὁ ἄνθρωπος = WH Treg NA/NIV: || Οὗτος ὁ ἄνθρωπος οὐκ ἔστιν παρὰ τοῦ θεοῦ = RP
Οὐκ ἔστιν οὗτος παρὰ θεοῦ ἄνθρωπος ⸃, ὅτι τὸ σάββατον οὐ τηρεῖ.
 ἄλλοι = Treg RP: || ἄλλοι δὲ = WH NA/NIV
ἄλλοι ἔλεγον· Πῶς δύναται ἄνθρωπος ἁμαρτωλὸς τοιαῦτα σημεῖα ποιεῖν; καὶ σχίσμα ἦν ἐν αὐτοῖς.
17λέγουσιν
 οὖν = WH Treg NA/NIV: || [omit] = RP
οὖν τῷ τυφλῷ πάλιν·
 Τί σὺ = WH Treg NA/NIV: || Σὺ τί = RP
Τί σὺ ⸃ λέγεις περὶ αὐτοῦ, ὅτι ἠνέῳξέν σου τοὺς ὀφθαλμούς; δὲ εἶπεν ὅτι Προφήτης ἐστίν.

18Οὐκ ἐπίστευσαν οὖν οἱ Ἰουδαῖοι περὶ αὐτοῦ ὅτι
 ἦν τυφλὸς = WH Treg NA/NIV: || τυφλὸς ἦν = RP
ἦν τυφλὸς ⸃ καὶ ἀνέβλεψεν, ἕως ὅτου ἐφώνησαν τοὺς γονεῖς αὐτοῦ
 τοῦ ἀναβλέψαντος = WH Treg RP NA: || [omit] = NIV
τοῦ ἀναβλέψαντος ⸃
19καὶ ἠρώτησαν αὐτοὺς λέγοντες· Οὗτός ἐστιν υἱὸς ὑμῶν, ὃν ὑμεῖς λέγετε ὅτι τυφλὸς ἐγεννήθη; πῶς οὖν
 βλέπει ἄρτι = WH Treg NA/NIV: || ἄρτι βλέπει = RP
βλέπει ἄρτι ⸃;
20ἀπεκρίθησαν
 οὖν = WH Treg NA/NIV: || δὲ αὐτοῖς = RP
οὖν οἱ γονεῖς αὐτοῦ καὶ εἶπαν· Οἴδαμεν ὅτι οὗτός ἐστιν υἱὸς ἡμῶν καὶ ὅτι τυφλὸς ἐγεννήθη·
21πῶς δὲ νῦν βλέπει οὐκ οἴδαμεν, τίς ἤνοιξεν αὐτοῦ τοὺς ὀφθαλμοὺς ἡμεῖς οὐκ οἴδαμεν·
 αὐτὸν ἐρωτήσατε ἡλικίαν ἔχει = WH Treg NA/NIV: || αὐτὸς ἡλικίαν ἔχει αὐτὸν ἐρωτήσατε = RP
αὐτὸν ἐρωτήσατε, ἡλικίαν ἔχει ⸃, αὐτὸς περὶ ἑαυτοῦ λαλήσει.
22ταῦτα εἶπαν οἱ γονεῖς αὐτοῦ ὅτι ἐφοβοῦντο τοὺς Ἰουδαίους, ἤδη γὰρ συνετέθειντο οἱ Ἰουδαῖοι ἵνα ἐάν τις αὐτὸν ὁμολογήσῃ χριστόν, ἀποσυνάγωγος γένηται. 23διὰ τοῦτο οἱ γονεῖς αὐτοῦ εἶπαν ὅτι Ἡλικίαν ἔχει, αὐτὸν
 ἐπερωτήσατε = WH NA/NIV: || ἐρωτήσατε = Treg RP
ἐπερωτήσατε.

24Ἐφώνησαν οὖν
 τὸν ἄνθρωπον ἐκ δευτέρου = WH Treg NA/NIV: || ἐκ δευτέρου τὸν ἄνθρωπον = RP
τὸν ἄνθρωπον ἐκ δευτέρου ⸃ ὃς ἦν τυφλὸς καὶ εἶπαν αὐτῷ· Δὸς δόξαν τῷ θεῷ· ἡμεῖς οἴδαμεν ὅτι
 οὗτος ὁ ἄνθρωπος = WH NA/NIV: || ὁ ἄνθρωπος οὗτος = Treg RP
οὗτος ἄνθρωπος ⸃ ἁμαρτωλός ἐστιν.
25ἀπεκρίθη οὖν
 ἐκεῖνος = WH Treg NA/NIV: || ἐκεῖνος καὶ εἶπεν = RP
ἐκεῖνος· Εἰ ἁμαρτωλός ἐστιν οὐκ οἶδα· ἓν οἶδα ὅτι τυφλὸς ὢν ἄρτι βλέπω.
26εἶπον
 οὖν αὐτῷ = WH Treg NA/NIV: || δὲ αὐτῷ πάλιν = RP
οὖν αὐτῷ ⸃· Τί ἐποίησέν σοι; πῶς ἤνοιξέν σου τοὺς ὀφθαλμούς;
27ἀπεκρίθη αὐτοῖς· Εἶπον ὑμῖν ἤδη καὶ οὐκ ἠκούσατε· τί πάλιν θέλετε ἀκούειν; μὴ καὶ ὑμεῖς θέλετε αὐτοῦ μαθηταὶ γενέσθαι; 28
 ἐλοιδόρησαν = RP: || καὶ ἐλοιδόρησαν = WH NA/NIV; || οἱ δὲ ἐλοιδόρησαν = Treg
ἐλοιδόρησαν αὐτὸν καὶ εἶπον· Σὺ
 μαθητὴς εἶ = WH Treg NA/NIV: || εἶ μαθητὴς = RP
μαθητὴς εἶ ⸃ ἐκείνου, ἡμεῖς δὲ τοῦ Μωϋσέως ἐσμὲν μαθηταί·
29ἡμεῖς οἴδαμεν ὅτι Μωϋσεῖ λελάληκεν θεός, τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν. 30ἀπεκρίθη ἄνθρωπος καὶ εἶπεν αὐτοῖς· Ἐν
 τούτῳ γὰρ τὸ = WH Treg NA/NIV: || γὰρ τούτῳ = RP
τούτῳ γὰρ τὸ ⸃ θαυμαστόν ἐστιν ὅτι ὑμεῖς οὐκ οἴδατε πόθεν ἐστίν, καὶ ἤνοιξέν μου τοὺς ὀφθαλμούς.
31
 οἴδαμεν = WH Treg NA/NIV: || οἴδαμεν δὲ = RP
οἴδαμεν ὅτι
 ἁμαρτωλῶν ὁ θεὸς = NA/NIV RP: || ὁ θεὸς ἁμαρτωλῶν = WH Treg
ἁμαρτωλῶν θεὸς ⸃ οὐκ ἀκούει, ἀλλ᾽ ἐάν τις θεοσεβὴς καὶ τὸ θέλημα αὐτοῦ ποιῇ τούτου ἀκούει.
32ἐκ τοῦ αἰῶνος οὐκ ἠκούσθη ὅτι ἠνέῳξέν τις ὀφθαλμοὺς τυφλοῦ γεγεννημένου· 33εἰ μὴ ἦν οὗτος παρὰ θεοῦ, οὐκ ἠδύνατο ποιεῖν οὐδέν. 34ἀπεκρίθησαν καὶ εἶπαν αὐτῷ· Ἐν ἁμαρτίαις σὺ ἐγεννήθης ὅλος, καὶ σὺ διδάσκεις ἡμᾶς; καὶ ἐξέβαλον αὐτὸν ἔξω.

35
 Ἤκουσεν = WH NA/NIV: || Ἤκουσεν ὁ = Treg RP
Ἤκουσεν Ἰησοῦς ὅτι ἐξέβαλον αὐτὸν ἔξω, καὶ εὑρὼν αὐτὸν
 εἶπεν = WH NA/NIV: || εἶπεν αὐτῷ = Treg RP
εἶπεν· Σὺ πιστεύεις εἰς τὸν υἱὸν τοῦ
 ἀνθρώπου = WH NA/NIV: || θεοῦ = Treg RP
ἀνθρώπου;
36ἀπεκρίθη ἐκεῖνος καὶ εἶπεν· Καὶ τίς ἐστιν, κύριε, ἵνα πιστεύσω εἰς αὐτόν; 37
 εἶπεν = WH Treg NA/NIV: || εἶπεν δὲ = RP
εἶπεν αὐτῷ Ἰησοῦς· Καὶ ἑώρακας αὐτὸν καὶ λαλῶν μετὰ σοῦ ἐκεῖνός ἐστιν.
38 δὲ ἔφη· Πιστεύω, κύριε· καὶ προσεκύνησεν αὐτῷ. 39καὶ εἶπεν Ἰησοῦς· Εἰς κρίμα ἐγὼ εἰς τὸν κόσμον τοῦτον ἦλθον, ἵνα οἱ μὴ βλέποντες βλέπωσιν καὶ οἱ βλέποντες τυφλοὶ γένωνται. 40
 ἤκουσαν = WH Treg NA/NIV: || Καὶ ἤκουσαν = RP
ἤκουσαν ἐκ τῶν Φαρισαίων ταῦτα οἱ
 μετ᾽ αὐτοῦ ὄντες = WH Treg NA/NIV: || ὄντες μετ᾽ αὐτοῦ = RP
μετ᾽ αὐτοῦ ὄντες ⸃, καὶ εἶπον αὐτῷ· Μὴ καὶ ἡμεῖς τυφλοί ἐσμεν;
41εἶπεν αὐτοῖς Ἰησοῦς· Εἰ τυφλοὶ ἦτε, οὐκ ἂν εἴχετε ἁμαρτίαν· νῦν δὲ λέγετε ὅτι Βλέπομεν·
 ἡ = WH Treg NA/NIV: || ἡ οὖν = RP
ἁμαρτία ὑμῶν μένει.



Copyright information for SBLG